Ancient Greek
111.1.1 to 111.r1.69
Documentary Papyri, P.Oslo 3 111.1.1-111.r1.69
Not analysed yet
Αὐρηλίωι Πεκύλλωι τῷ καὶ Θέωνι γυμνασιαρχήσαντι ἐνάρχῳ πρυτάνει τῆς Ὀξυρυγχιτῶν πόλεως. οἱ ὑπογεγραμμένοι ὀμνύομεν τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην, ἐν ᾗ πεποιήμεθα κατʼ οἰκίαν ἀπογραφῇ μὴ διεψεῦσθαι καὶ μηδένα ἄλλον ἔχειν ἔνοικον ἄῤῥενα ἐλεύθερον ἢ ἀπελεύθερον ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. ἔστι δὲ· …Ἀμφόδου Χηνοβοσκῶν …οἰκία Πλουτάρχου βουλευτοῦ, ἐφʼ ἧς οἰκοῦσι …Διογένης καὶ Ἁρυώτης …Αὐρήλιος Πλούταρχος βουλευτὴς ὤμοσα τὸν ὅρκον. …βορρᾶ καὶ λιβὸς ἐχομένη οἰκία Ἑρμιόνης τῆς καὶ Π…ης διὰ τῶν υἱῶν καὶ θυγατέρων …καὶ Λεωνίδος καὶ Ἰσαρίου …ων Αὐρήλιος Μύρων Α… Αὐρηλία Ἑρμιόνη ἡ καὶ Π… η διʼ ἐμοῦ τοῦ πατρὸς Αὐρηλίου Μύρωνος Α… δηλῶ οἰκεῖν ἐν τῇ προτεταγμένῃ οἰκίᾳ σὺν τοῖς ἐμοῖς καὶ μηδένα ἄλλον οἰκεῖν ἢ ἡμᾶς μόνους. …βορρᾶ ἐχομένη οἰκία Σαραπᾶτος ἀφήλικος ἀοίκητος Αὐρήλιος Σαραπᾶς διʼ ἐμοῦ …ἐπιτρόπου ὤμοσα τὸν ὅρκον. …βορρᾶ ἐχομένη οἰκία Εὐαγγελ ……ος καὶ Σενθαισοῦτος …ης ἐφʼ ἧς οἰκοῦσι Ἐπαφρόδιτος …καὶ ὁ δοῦλος Διονύσιος καὶ …πρὸς τὸ νῦν παρεπιδημῶν …βορρᾶ ἐχομένη οἰκία Ἀμμωνίας …ἐφʼ ἧς οὐδεὶς οἰκεῖ. Αὐρηλία Ἀμμωνία διʼ ἐμοῦ τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου …ὤμοσα τὸν ὅρκον καὶ οὐδὲν διέψευσμαι. …βορρᾶ ἐχομένη καμψάντων ἐπὶ …οἰκία …τῆς Νέας Πόλεως ……θε… …οἰκία Σαραπίωνος ἐν ᾗ ἐνοικεῖ …σὺν …Αὐρήλιος …μετὰ Αὐρηλίου …οἰκῶ τὴν οἰκίαν τὴν προτεταγμένην Αὐρήλιος Σαραπίων ὤμοσα τὸν ὅρκον ὡς πρόκειται καὶ μηδένα ἄλλον οἰκεῖν ἢ ἡμᾶς μονούς …νότου ἐχομένη οἰκία …ἀοίκητος …νότου ἐχομένη οἰκία …ἀναγραφομένη ἐπʼ ἀμφόδου νότου Κρηπῖδος …ἐν ᾗ ἐνοικεῖ Α… Αὐρήλιος Α …ὤμοσα τὸν ὅρκον ὡς πρόκειται καὶ μηδὲν διέψευσμαι …ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. νότου ἐχομένη οἰκία …τιανοῦ Φυλαξιθαλασσίου τοῦ καὶ Ἀλθαιέως ?,ἐν ᾗ ἐνοικεῖ …Σαραπίωνος …ἀναγραφόμενος ἐπʼ ἀμφόδου Λυκίων Παρεμβολῆς. Αὐρήλιος …τιανὸς Φυλαξιθαλάσσιος ὁ καὶ Ἀλθαιεὺς δηλῶ οἰκεῖν …τὴν οἰκίαν τὴν προτεταγμένην …νότου ἐχομένη Πλουτ …λει καὶ ἀλλ …κεινται νότου ἐχομένη …οἰκία ἀοίκητος νότου ἐχομένη …Πετεσούχιος ἀναγραφομέν ἐπʼ ἀμφόδου …Αὐρήλιος Πετεσοῦχις δηλῶ …κότα δι…η Νότου ἐχόμεναι …οἰκίαι …Αὐρηλίωι Πεκύλλωι τῷ καὶ Θέωνι γυμνασιαρχήσαντι ἐνάρχῳ πρυτάνει τῆς Ὀξυρυγχιτῶν πόλεως παρὰ …οἱ ὑπογεγραμμένοι ὀμνύομεν τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην ἐν ᾗ ποιούμεθα ὡς ἑξῆς δημοσίᾳ ἀπογραφῇ ἀμφόδου Ἑρμαίου μὴ διεψεῦσθαι καὶ μηδένα ἄλλον ἔχειν ἔνοικον ἐλεύθερον ἢ ἀπελεύθερον εἰς τὴν ἐνεστῶσαν ἡμέραν ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ.