Ancient Greek
111.r4.184 to 111.r6.232
Documentary Papyri, P.Oslo 3 111.r4.184-111.r6.232
Not analysed yet
λιβὸς ἐχομένη Διδύμου ἐξηγητεύσαντος καὶ μετόχων οἰκία Αὐρήλιος Δίδυμος ἐξηγητεύσας δηλῶ μηδένα ἐνοικεῖν ἐν τῇ προκειμένῃ οἰκίᾳ ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιδ Μεχεὶριη. λιβὸς ἐχομένη πρότερον Ζωίλου πρεσβυτέρου Ζωίλου οἰκία ἀοίκητος λιβὸς ἐχόμενος ἱππὼν Ἀπολλωνίου Λεωνίδου. λιβὸς ἐχόμενον οἰκίδιον ἐν ᾧ οἰκεῖ Ἀπερῶς βαδιστηλάτης αὐτοῦ νότου πλευρᾶς ἀνὰ μέσον οὔσης ῥύμης Νέπωτος Διονυσίου οἰκία Αὐρήλιος Νέπως Διονυσίου ὁ προγεγραμμένος ἀναγραφόμενος ἐπʼ ἀμφόδου Κρητικοῦ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην μηδένα ἐνοικεῖν τὴν προκειμένην οἰκίαν ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιδ Μεχεὶρ ιη ἀπηλιώτου ἐχόμεναι πρότερον …οἰκίαι β Αὐρήλιος …ἀπηλιώτου ἐχόμεναι καμψάντων ἐπὶ …Μελ… Σατορνείλου οἰκίαι β Αὐρήλιος Μελ… Σατορνείλου δηλῶ τὰς προκειμένας οἰκίας μηδένα οἰκεῖσθαι. ἔτους ιδ Μεχεὶρ ιη. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. νότου ἐχόμεναι τοῦ αὐτοῦ οἰκίαι δύο καὶ αὐλὴ καὶ ψιλὸς τόπος Αὐρήλιος Νέπως Διονυσίου δηλῶ μηδένα ἐνοικεῖσθαι. ἔτους ιδ Μεχεὶρ ιη. ἀπηλιώτου πλευρᾶς ἀνὰ μέσον οὔσης ῥύμης Θέωνος τοῦ καὶ Ζωίλου καὶ μετόχων δηλοῦμεν ἐνπεφραγμένην εἶναι καὶ μὴ ἐνοικεῖσθαι ἀπηλιώτου ἐχομένη πρότερον Ἀγαθημέρου οἰκία ἐνπεφραγμένη ἀπηλιώτου ἐχομένη τοῦ ἱερωτάτου ταμείου ἀοίκητος ἀπηλιώτου ἐχομένη Συνίστορος Χαιρήμονος ἐνπεφραγμένη οἰκία ἀπηλιώτου ἐχομένη πρότερον Βησᾶτος ἐνπεφραγμένη οἰκία ἀπηλιώτου ἐχομένη τοῦ ἱερωτάτου ταμείου οἰκία ἀοίκητος ἀπηλιώτου ἐχομένη Ἀλεξάνδρου Σερήνου καὶ μετόχων ἀοίκητος καμψάντων ἐπὶ Νότον Θέωνος τοῦ καὶ Ζωίλου γυμνασιαρχήσαντος ἱππών νότου ἐχομένη τοῦ αὐτοῦ χορτοθήκη …Αὐρήλιος …λιέως μητρὸς …δηλῶ ἐνοικεῖν τὴν προκειμένην οἰκίαν καὶ μηδένα ἕτερον ἐλεύθερον ἢ ἀπελεύθερον συνοικεῖν μοι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιδ Μεχεὶρ ιη. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. νότου ἐχόμενος ἀνὰ μέσον οὔσης εἰσόδου ……ἱππὼν Πλουτίωνος ἀοίκητος νότου ἐχόμενοι Διοσκορίδου Ζωίλου γυμνασιαρχήσαντος δύο ἱππῶνες ἀοίκητοι νότου ἐχόμενος Θέωνος τοῦ καὶ Ζωίλου γυμνασιαρχήσαντος ψιλὸς τόπος ἀπηλιώτου πλευρᾶς οἰκία πατρικὴ Μενελάου ἀοίκητος. ἀπηλιώτου Ἀπίωνος οἰκία ἀοίκητος βορρᾶ ἐχομένη ἀνὰ μέσον οὔσης ῥύμης Ἀμμούνιος Ἑρμοκράτους οἰκία Αὐρήλιος Ἀμμώνιος Ἀμμωνίου μητρὸς Κλαυδίας ἀναγραφόμενος ἐπʼ ἀμφόδου Μυροβαλάνου ἐνοικῶ τὴν προκειμένην οἰκίαν μισθωθεῖσαν ὑπʼ ἐμοῦ, συνοικοῦσι δέ μου Ψάεις ἀπελεύθερος Παυσανίου ἀναγραφόμενος ἐπʼ ἀμφόδου βορρᾶ Κρηπῖδος καὶ Μύρωνα ὑπερετὴν καὶ Δίδυμον καὶ μηδένα ἕτερον ἐλεύθερον ἢ ἀπελεύθερον ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιδ Μεχεὶρ ιη.