Ancient Greek
P.Oslo 3 116
Documentary Papyri, P.Oslo 3 116
Not analysed yet
Ἀμμῶνις καὶ οἱ μέτοχοι πράκτορες ἀργυρικῶν Ἀπιάδος Πτολεμαίῳ Διδύμου διὰ Ἀκοῦτος γεωργοῦ χαίρειν. ἔχομεν παρὰ σοῦ εἰς λόγον ἀριθμήσεως τοῦ ἑβδόμου ἔτους Ἀπίαδος ἀργυρίου δραχμὰς δέκα ὀκτώ, γίνονται δραχμαὶ ιη. ὁ αὐτὸς ναυβίου χαλκοῦ ὀβολοὺς δέκα τρεῖς, ὀβολοὶ ιγ. ὧν ποιήσομέν σοι δημόσιον σύμβολον κομιζομένῳ τοῦτο τὸ χειρόγραφον. ἔτους ζ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παχὼν λ.