Ancient Greek
P.Oslo 3 123
Documentary Papyri, P.Oslo 3 123
Not analysed yet
Διονυσοδώρωι στρατηγῶι Ἀρσινοίτου παρὰ Διονυσίου τοῦ προεστῶτος τῆς ἐν τῶι …χου ἐποικίωι οὐσίας Ἀντωνίας Δρούσου. προσέπεσέν μοι παρὰ Χαιρήμονος τοῦ Σαραπίωνος γεωργοῦ …τῆι α ἡμέρᾳ τοῦ Νέου Σεβαστοῦ μηνὸς τοῦ ἐνάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐπαφηκέναι Τη… Ὥρου θιαουαρητια καὶ Πετεσοῦχον Λαβατᾶτος καὶ Ψοσνεῦν τοὺς Ὠνείους ποιμένας τῶν ἀπὸ Φιλαδελφείας ἃ ἔχουσι πρόβατα εἰς ἃς ἔχει ἐν τῶι Ἀνουβείου κλήρωι πυρίνας θήκας καὶ ταύτας κατανενεμηκέναι καὶ καταβεβλαφέναι εἰς λόγον πυροῦ ἀρταβῶν ι. ἀξιῶ γραφῆναι τῷ τῆς Φιλαδελφείας ἐπιστάτηι καταστῆσαι τοὺς ἐγκαλουμένους ἐπί σε πρὸς τὴν δέουσαν ἐπέξοδον ἐν τάχει μὴ ἐλαττουμένου μου ὑπὲρ ὧν προεπέδωκα διʼ ἑτέρων ὑπομνημάτων. εὐτύχει. τῆι ιϛ. ἔκπεμψον.