Ancient Greek
P.Oslo 3 141
Documentary Papyri, P.Oslo 3 141
Not analysed yet
ι χάρτης θ ἔτους ἑνδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Ἀπελλαίου ἐνάτηι Φαῶφι θ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐξέδοτο Σατορνῖλος Σατορνίλου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα …Θετηλέννει Ἰρανούπιος γερδίωι ὡς ἐτῶν τεσσαράκοντα Πέρσηι τῆς ἐπιγονῆς τὸν τοῦ μετηλλαχότος αὐτοῦ ἀδελφοῦ …υἱὸν …ἐπὶ ἔτη …ὥστε διδαχθῆναι τὴν γερδιακὴν τέχνην πᾶσαν ἐντὸς τοῦ προκιμένου χρόνου, οὐ γινόμενον ἀπόκοιτον οὐδʼ ἀφήμερον ἀπὸ τῆς τοῦ Θετηλέννιος οἰκίας, συνακολουθοῦντα αὐτῷ κατὰ τὸν νόμον καὶ ἐπιτελοῦντα πάντα τὰ ἐπιταχθησόμενα, τρεφομένου καὶ ἱματιζομένου τοῦ παιδὸς ὑπὸ …