Ancient Greek
P.Oslo 3 146
Documentary Papyri, P.Oslo 3 146
Not analysed yet
παρὰ Σεύθου διʼ ἐμοῦ Φιλαντινόου Ἡρακλέῳ χαίρειν. δὸς Ἀμμωνίῳ Πτολεμαίου ἄλλα οἴνου κεράμια τέσσερα, γίνεται κεράμια δ. καὶ τῷ γεούχῳ ἐπὶ μηνὸς Τῦβι ἐπιδημοῦντι αὐτῷ εἰς πεῖν οἴνου κεράμια τρία, γίνεται κεράμια γ. ἀμπελουργοῖς ἐκ διαταγῆς τοῦ γεούχου πρὸς ἀνανέωσιν τῶν νεοφύτων κεράμιον ἕν, γίνεται κεράμιον α. Θωνίῳ γεωργῷ Ἀπολλωτᾶτος ὑπὲρ τιμῆς κεραμίων κούφων ξ, ὡς τῷ κεραμίῳ δραχμὰς Ασ τῶν κεραμίων ξ οἴνου κεράμια τέσσαρα, γίνεται κεράμια δ. Ἀπολλοθέωνι ἐκ διαταγῆς τοῦ γεούχου οἴνου κεράμια δέκα, γίνεται κεράμια ι.