Ancient Greek
P.Oslo 3 161
Documentary Papyri, P.Oslo 3 161
Not analysed yet
…νήθης ποτε …ἵνα καὶ εὖ ἡ ἀσθ… ἔλαβον οὖν παρὰ τῆς γυναικὸς Ἀττίωνος τὴν ῥάχνην καὶ σπάθιν γάρους. πᾶν οὖν ποίησον, ἀγοράσασά μοι δέκα λίτρας στιππίου καὶ καταπέμψασα. ἀσπάζου μοι τὴν κυρίαν μου ἀδελφὴν …ριον καὶ Ἡρακλέαν καὶ Μίαν καὶ τὰ ἀβάσκαντα αὐτῶν τέκνα. ἀσπάζου μοι τὸν ἀδελφόν σου καὶ τὸν πατέρα σου. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κυρία μου μῆτερ. ἔπεμψά σοι καὶ χειρόγραφον μετὰ τῆς ἐπιστολῆς ταύτης, ἵνα ἀπαιτήσῃς Παθερμοῦτιν τὸν πλουμάριον τὰ ἐγκείμενα ἐν τῷ χειρογράφῳ τάλαντα ἑπτά. ἐὰν δὲ σὺ ἀτονήσῃς αὐτὸν ἀπαιτῆσαι, ἀξίωσον Ἀφθόνιον, καὶ ἀπαιτεῖ σοι αὐτά. ἐὰν δὲ θελήσῃ σε διαβαλεῖν, γράψον μοι, καὶ ποιῶ αὐτὸν ἐνεχθῆναι ὧδε ἔσω. …παρὰ Κορνηλίου τοῦ υἱοῦ. …