Ancient Greek
P.Oslo 3 81
Documentary Papyri, P.Oslo 3 81
Not analysed yet
ἀντίγραφον ὑπομνηματισμῶν Ἱέρακος τοῦ καὶ Νεμεσίωνος στρατηγοῦ Ἀρσινοείτου. ἔτους ε Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Φαμενὼθ ζ δημοσίᾳ πρὸς τῷ λογιστηρίῳ· Σαταβοῦτος Μάρωνος τοῦ Σαταβοῦτος ἀπὸ κώμης Καρανίδος προσελθόντος καὶ ἐπιδόντος βιβλίδιον ἐπὶ ὑπογραφῆς τοῦ λαμπροτάτου ἡγεμόνος οὕτως ἐχούσης· ἔτους ε Μεχεὶρ ζ. ὁποῖά σού ἐστιν ἡ ἀξίωσις, εἴσεται ὁ στρατηγός· ἀπόδος. ὁ στρατηγός· τὴν ἀξίωσίν σου λέγε. ὁ δὲ εἶπεν· ἐπὶ ξένης ὄντος μου καὶ ἀπόρου με ἀνέδοσαν. ὁ στρατηγός· εἰς κωμογραμματείαν μὴ εἰσδοθήτω. …