Ancient Greek
P.Oslo 3 90
Documentary Papyri, P.Oslo 3 90
Not analysed yet
Αἰλίῳ Νουμισιανῷ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πτολεμαίου τοῦ Εὐδαίμονος καὶ Γαίου Λόγγου τοῦ Διοσκόρου καὶ Διδύμου τοῦ Διδύμου καὶ Σαραπίωνος τοῦ Πατερμούθιος καὶ Διδύμου τοῦ Ἡρακλείδου καὶ μετόχων ἐπιτηρητῶν νομῶν καὶ δρυμοῦ Θεαδελφείας καὶ Πολυδευκείας. λόγος τῶν περιγεγονότων ἀπὸ θήρας ἰχθύας ἀπὸ κϛ ἕως λ τοῦ Φαῶφι μηνὸς τοῦ ἐνεστῶτος β ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. ἔστι δὲ· κϛ δραχμαὶ μη πεντώβολον κζ δραχμαὶ λϛ ὀβολοὶ γ κη δραχμαὶ μδ ὀβολοὶ ια κθ δραχμαὶ μη ὀβολοὶ κδ λ δραχμαὶ λβ ὀβολὸς α γίνονται δραχμαὶ σιε. Πτολεμαῖος Διοδώρου ἐπιδέδωκα. ἔτους β Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ α. Ἀπολλώνιος βιβλιοφύλαξ ἔσχον τούτου τὸ ἴσον.