Ancient Greek
P.Oslo 3 98
Documentary Papyri, P.Oslo 3 98
Not analysed yet
……τ… …ου …ιος …ικους …ἀναγραφέντας …προβολαρι…ης …κατὰ τὰ κελευσθέντα ὑπὸ …τϙβ Πολυδεύκει γραμματεῖ μητροπόλεως καὶ Ὅρμου παρὰ Σεμθέως Ἡφαιστᾶτος τοῦ Πανάσεως μητρὸς Νεμεσοῦτος Ἡρακλείου τῶν ἀφʼ Ἡρακλέους πόλεως κατοίκων ἀναγραφομένου ἐν τῇ πρότερον Ἀρείου ἀμφοδαρχίᾳ. ἀπογράφομαι πρὸς τὸ ιϛ ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατὰ τὰ κελευσθέντα ὑπὸ Φλαυίου Τιτιανοῦ τοῦ κρατίστου ἡγεμόνος εἰς τὸ ὑπάρχον μοι μέρος οἰκίας πλησίον τοῦ Ἁρψεντήσιος· εἰμὶ δὲ ὁ Σεμθεῦς ὁ κάτοικος ἐτῶν λθ καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην καὶ θεὸν Ἡρακλέα ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν καὶ μηδὲν διεψεῦσθαι μηδὲ ὑπεστάλθαι τι τῶι καθόλου μηδέ τινα παραλελοιπέναι ὀφειλόμενον ὑπʼ ἐμοῦ ἀπογραφῆναι ἢ ἔνοχος εἴην τῶι ὅρκῳ. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …