Ancient Greek
P.Oxf. 13
Documentary Papyri, P.Oxf. 13
Not analysed yet
Πτολεμαίῳ Νεμεσίωνος παρὰ Στοτοήτιος τοῦ Σώιτου ἀπό κώμης Διονυσιάδος καὶ Πετεσούχου ἀπάτορος μητρὸς Σωιτηρίδος ἀπὸ κώμης Σεκνεπαίου Νήσου τῶν δύο ἀλλήλων ἐγγύων εἰς ἔκτισιν. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ κώμην Βούβαστον ἐν πεδίωι Ἀργειάδος φοινικῶνος ὑποσπειρομένας ἀρούρας τέσσαρας ἢ ὅσαι ἐὰν ὦσι καὶ ἀμπελῶνος ἐν οἷς διάψιλα ἄρουραν μίαν τρίτην ἢ ὅσαι ἐὰν ὦσι εἰς ἔτη πέντε ,καρποὺς πέντε ,τοὺς μὲν φοίνικας ἀπὸ τῶν ἐπικειμένων καρπῶν τοῦ διεληλυθότος ιζ ἔτους ἔτει πρώτωι ἐκπιπτόντων εἰς τὸ ἑκκαιδέκατον ἔτος, τὸ δὲ ἔδαφος ἀπὸ τοῦ ιη ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου φόρου τοῦ παντὸς τῶι μὲν πρώτωι ἔτει ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαράκοντα πέντε ,ἐπὶ δὲ τὰ ἕτερα ἔτη τέσσαρα καθʼ ἕκαστον ἔτος ἀργυρίου δραχμὰς διακοσίας καὶ ἐξαιρέτων παντὸς ἔτους φοίνικος καρυωτοῦ ἀρτάβην μίαν μέτρωι κώμης καὶ …ἀρτάβην μίαν ἥμισυ καὶ …εθα …τεσβο…β… πέντε κατὰ κ…νιαν ἀνυπολόγων καὶ ἀκινδύνων. καὶ ἐπιτελέσομεν τὰ κατʼ ἔτος ἔργα παντα, ποτισμόν, ὀχείαν, κατασπασμόν, τήρητρα ἐκ τοῦ ἰδίου καὶ τοῖς δέουσι καιροῖς βλάβος μηδὲ ἓν ποιοῦντες, πρὸς σὲ κοπρίαν α…η καθήκει. καὶ τὸν φόρον τοῦ πρώτου ἔτους ἀποδώσομεν μηνὶ Παῦνι, ἐπὶ δὲ τὰ λοιπὰ ἔτη τέσσαρα μηνὶ Ἁθὺρ δραχμὰς ἑκατόν ,τὰς λοιπὰς δραχμὰς ρ μετὰ τῶν ἐξαιρέτων τῷ συγκομιδῆς καιρῷ ἐν τῷ κτήματι. καὶ μετὰ τὸν χρόνον παραδώσομεν καθαρὰς ἀπὸ θρύων, καλάμου, ἀγρώστεως, δείσης πάσης, τῶν δημοσίων ὄντων πρὸς σὲ τὸν μεμισθωκότα, τῶν δὲ δημοσίων φορέτρων πρὸς τοὺς μισθωτὰς ἐὰν φαίνηται μισθώσασθαι Πτολεμαῖος Νεμεσίωνος μεμίσθωκα καθὼς πρόκειται.