Ancient Greek
P.Oxy. 1 102
Documentary Papyri, P.Oxy. 1 102
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν τὸ ϛ. Αὐρηλίᾳ Ἀντιοχίῃ τῇ καὶ Διονυσίᾳ, θυγατρὶ Ἀντιόχου τοῦ καὶ Διονυσίου ἄρξαντος τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων, παρὰ Αὐρηλίου Διοσκόρου Ἀπολλωνίου μητρὸς Εἰδοῦτος, ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ἔτος ιε καὶ γ ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ Σεντὼ Πλελὼ τῆς μέσης τοπαρχίας τοῦδε τοῦ νομοῦ πρὸς ἐποικίῳ Σ…αειτε λεγομένῳ ἐκ βορρᾶ χώματος μηχανῆς ἐδάφους Τεψιταὶ λεγομένου, ἀρούρας ἐννέα ,ἢ ὅσαι ἐὰν ὦσι, ἐκ γεωμετρίας, εἰς ξυλαμὴν λινοκαλάμης, φόρου ἀποτακτοῦ ἑκάστης ἀρούρης ἀργυρίου ταλάντου ἑνὸς καὶ δραχμῶν τρισχιλίων πεντακοσίων . ἀπὸ δὲ τῶν συναγομένων αὐτόθι ὁμολογεῖ ἡ γεοῦχος ἐσχηκέναι παρὰ τοῦ μεμισθωμένου ἀργυρίου τάλαντα τέσσαρα ἀκίνδυνα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὴν γεοῦχον κυριεύουσαν τῶν καρπῶν ἕως οὗ τὸν φόρον ἀπολάβῃς. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἐπάναγκες ἀποδώσω τὰ λοιπὰ τοῦ φόρου τῷ Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος ἀνυπερθέτως. κυρία ἡ ἐπιδοχή, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ιε ἔτους καὶ γ ἔτους τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Σευήρου καὶ Μαξιμίνου τῶν ἐπιφανεστάτων Καισάρων, Φαῶφι ιϛ. Αὐρηλία Ἀντιοχία ἡ καὶ Διονυσία ἐμίσθωσα καὶ ἔσχον τὰ τοῦ ἀργυρίου τάλαντα τέσσαρα ὡς πρόκειται. διʼ ἐμοῦ Ἀπίωνος ς… ἐγένετο.