Ancient Greek
P.Oxy. 1 120
Documentary Papyri, P.Oxy. 1 120
Not analysed yet
τῇ ἀδελφῇ Ἑρμείας χαίρειν. λοιπὸν τί σοι γράψω οὐκ οἶδα, ἀπέκαμον γάρ σοι ἕκαστον λέγων καὶ οὐκ ἐνακούεις. χρὴ γάρ τινα ὁρῶντα ἑαυτὸν ἐν δυστυχίᾳ καὶ ἂν ἀναχωρεῖν καὶ μὴ ἁπλῶς μάχεσθαι τῷ δεδογμένῳ. μετρίων γὰρ καὶ δυστυχῶν γένεσιν ἔχοντες οὐδὲ οὕτω ἑαυτοῖς προσέχομεν. τέως μὲν οὖν οὐδὲν οὐδέπω πέπρακται, καὶ ἂν ὡς, εἴπερ μέλει σοι ἀποστεῖλόν μοί τινα ἢ Γοῦνθον ἢ Ἀμμώνιον παραμένοντα μοι ἄχρις ἂν γνῶ πῶς τὰ κατʼ ἐμὲ ἀποτίθεται. μὴ ἆρα παρέλκομαι ἢ καὶ εἴργομαι ἔστʼ ἂν ὁ θεὸς ἡμᾶς ἐλεήσῃ; καὶ γὰρ Ἑρμείας ἐπείγεται ἐλθεῖν πρὸς ὑμᾶς, ἀλλὰ αὐτὸν ἀξιώσας παραμεῖναι οὐκ ἐβουλήθη, λέγων ὅτι ἀναγκαῖόν τι ἔχω καὶ δεῖ με ἀνελθεῖν, καὶ υἱὸς δὲ Γεννάδιος οὐχ οἷός τέ ἐστιν προσεδρεύειν κτήσει, μάλιστα ἐπὶ ξένης καὶ παρὰ τῇ τάξει ὤν. τὰ κατὰ σὲ διοίκησον ὡς πρέπον ἐστίν, μὴ τέλειον ἀνατραπῶμεν. οὐ δέδοκται γὰρ ἡμῖν ἔχειν τι δυστυχοῦντες. ἔρρωσό μοι διὰ παντὸς εὖ πράσσουσα. Ἑρμείας Γούνθῳ υἱῷ χαίρειν. εἰ μὴ Ἀμμώνιος πάραυτα ἔρχεται πρός με, σὺ αὐτὸς πάντα ὑπερθέμενος ἧκε ἐκείνου τὸ σὸν ἔργον ποιοῦντος. ἀλλʼ ὅρα μὴ καταλείψῃς με θλιβόμενον. καὶ δήλωσόν μοι πῶς ἔσχεν Δίδυμος· μὴ ἆρα αἱ ἡμέραι τὰ πάντα διατελοῦσι; ἐρρῶσθαί σε εὔχομαι.