Ancient Greek
P.Oxy. 1 122
Documentary Papyri, P.Oxy. 1 122
Not analysed yet
…ς Γαιανός· χρηστέ μου ἄδελφε Ἀγήνωρ, χαῖρε. τὰ παρὰ σοῦ κομισθέντα μοι περὶ τὴν τῶν Κρονίων ἡμέραν ἡδέως ἔλαβον· ἐπεπόμφειν δʼ ἂν αὐτὸς θᾶττον πρὸς σὲ εἰ παρῆσάν μοι πλείονες στρατιῶται, ἀλλʼ Ἐπ…ς ὑπέστρεφεν, ἡμεῖς δὲ ἀγρεύειν τῶν θηρίων δυνάμεθα οὐδὲ ἕν . ἐπέμψαμεν δέ σοι κ…ων…ου ἀπὸ αειλων ᾧ χρήσῃ ἡδέως. ἐρρῶσθαί σε, κύριέ μου ἄδελφε, πολλοῖς χρόνοις καὶ προκόπτειν εὔχομαι. …ιω Ἀγήνορι ἐπάρχῳ.