Ancient Greek
P.Oxy. 1 129
Documentary Papyri, P.Oxy. 1 129
Not analysed yet
…ἰνδικτίονος ἑνδεκάτης. τὸ παρὸν τῆς διαλύσεως ῥεπούδιον διαπέμπομαι ἐγὼ Ἰωάννης πατὴρ Εὐφημίας τῆς ἐμῆς ὑπεξουσίου θυγατρὸς σοὶ Φοιβάμμωνι τῷ εὐδοκιμωτάτῳ μου γαμβρῷ, διὰ Ἀναστασίου τοῦ λαμπροτάτου ἐκδίκου ταύτης τῆς Ὀξυρυγχιτῶν πόλεως, περιέχον ὡς ὑποτέτακται. ἐπειδὴ εἰς ἀκοὰς ἐμὰς ἦλθεν ὅτι εἰς ἔκθεσμα πράγματά τινα παρεμβάλλεις ἑαυτόν, ἅπερ οὐδὲ θεῷ οὐδὲ τοῖς ἀνθρώποις ἀρέσκουσιν, καὶ οὐ δέον ἐστὶν ταῦτα ἐν γράμμασιν ἐντεθῆναι, καλὸν ἡγησάμην τὴν μεταξὺ σοῦ καὶ αὐτῆς τῆς ἐμῆς θυγατρὸς Εὐφημίας διαλυθῆναι συνάφειαν διὰ τὸ ἐμέ, ὡς εἴρηται, ἀκηκοέναι σε παρεμβάλλοντα ἑαυτὸν ἐν τοῖς αὐτοῖς ἀθέσμοις πράγμασιν καὶ βούλεσθαί με εἰρηνικὸν καὶ ἡσύχιον βίον διάξαι τὴν ἐμὴν θυγατέρα. τούτου οὖν ἕνεκεν τὸ παρὸν τῆς μεταξὺ σοῦ καὶ αὐτῆς τῆς ἐμῆς θυγατρὸς Εὐφημίας συναφείας ῥεπούδιον διεπεμψάμην σοὶ διὰ τοῦ εἰρημένου λαμπροτάτου ἐκδίκου μεθʼ ὑπογραφῆς ἐμῆς, οὗ τὸ ἴσον ἔλαβον ἐνυπόγραφον χειρὶ τοῦ αὐτοῦ λαμπροτάτου ἐκδίκου. πρὸς οὖν ἀσφάλειαν τῆς αὐτῆς μου θυγατρὸς Εὐφημίας τὸ παρὸν τῆς περιλύσεως ῥεπούδιον διεπεμψάμην σοὶ γραφὲν μηνὶ Ἐπεὶφ ια ἰνδικτίονος ἑνδεκάτης. Ἰωάννης πατὴρ Εὐφημίας τῆς ἐμῆς θυγατρὸς ὁ προγεγραμμένος διεπεμψάμην τὸ παρὸν τῆς περιλύσεως ῥεπούδιον σοὶ Φοιβάμμωνι τῷ εὐδοκιμοτάτῳ γαμβρῷ ὡς πρόκειται.