Ancient Greek
P.Oxy. 1 132
Documentary Papyri, P.Oxy. 1 132
Not analysed yet
γνῶσις χρυσίου εὑρεθέντος παρὰ τῷ μακαρίῳ Παύλῳ τῷ ἀπὸ μειζόνων Ὤφεως καὶ δοθέντος τοῖς γεγραμμένοις αὐτοῦ κληρονόμοις ἐπὶ μηνὸς Ἐπεὶφ κζ ἰνδικτίονος ιγ, ἀπὸ νομισμάτων τξ, οὕτως· διὰ Σερήνου υἱοῦ τοῦ αὐτοῦ Παύλου νομίσματα ρνθ κεράτια κ, καὶ ὑπὲρ παρασταθμίας αὐτῶν νομίσματα ϛ κεράτια δ, γίνεται νομίσματα ρξϛ Ἀλεξανδρείας. διὰ Φοιβάμμωνος χρυσοχόου ὑπὲρ τῆς γαμετοῦ αὐτοῦ Ἡραίδος νομίσματα ρζ κεράτια ιϛ, καὶ ὑπὲρ παρασταθμίας αὐτῶν νομίσματα δ κεράτια η, γίνεται νομίσματα ριβ Ἀλεξανδρείας. διὰ Μακαρίου μείζονος ὑπὲρ τῆς γαμετοῦ αὐτοῦ Σοφίας νομίσματα οη κεράτια κ, καὶ ὑπὲρ παρασταθμίας αὐτῶν νομίσματα γ κεράτια δ, γίνεται νομίσματα πβ Ἀλεξανδρείας. γίνονται τὸ πᾶν νομίσματα τξ Ἀλεξανδρείας.