Ancient Greek
P.Oxy. 1 153
Documentary Papyri, P.Oxy. 1 153
Not analysed yet
ἐδόθη διὰ τοῦ λαμπροτάτου Μηνᾶ τραπεζίτου ὑπὲρ τιμῆς ἵππων τριῶν ἀγορασθέντων παρὰ τῶν ἀπὸ Σέφθα καὶ δοθέντων Βίκτωρι τῷ ἐνδοξοτάτῳ ἀντιγεούχῳ ἀκολούθως πιττακίῳ ἰδιοχείρῳ αὐτοῦ ἐπὶ μηνὸς Παχὼν κε ἰνδικτίονος ἕκτης χρυσοῦ ζυγῷ Ἀλεξανδρείας νομισμάτια ἐννέα, οὕτως· τῷ κυρίῳ Θωμᾷ πραγματευτῇ Ἀλεξανδρείας νομισμάτια τρία, τῷ κυρίῳ Γεωργίῳ Σαβίνου Ἀλεξανδρείας νομισμάτια τρία, τῷ κύρῳ Γεωργίῳ Λεοντίου νομισμάτια τρία, γίνεται χρυσοῦ Ἀλεξανδρείας νομισμάτια θ τὰ προκείμενα. ἔτους σϙδ καὶ σξγ, μηνὸς Παχὼν κε, ἰνδικτίονος ἕκτης.