Ancient Greek
P.Oxy. 1 38
Documentary Papyri, P.Oxy. 1 38
Not analysed yet
Γναίωι Οὐεργιλίωι Καπίτωνι, παρὰ Τρύφωνος τοῦ Διονυσίου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. Σῦρος Σύρου ἐνεχείρισεν τῇ γυναικί μου Σαραεῦτι Ἀπίωνος τῶι ζ ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος διʼ ἐγγύου ἐμοῦ ὃ ἀνῄρηται ἀπὸ κοπρίας ἀρσενικὸν σωμάτιον, ᾧ ὄνομα Ἡρακλᾶς, ὥστε τροφεῦσαι. τοῦ οὖν σωματίου τετελευτηκότος, καὶ τοῦ Σύρου ἐπικεχειρηκότος ἀποσπάσαι εἰς δουλαγωγίαν τὸν ἀφήλικά μου υἱὸν Ἀπίωνα, παρῆλθον ἐπὶ τοῦ γενομένου τοῦ νομοῦ στρατηγοῦ Πασίωνος, ὑφʼ οὗ καὶ ἀποκατεστάθη μοι ὁ υἱὸς Ἀπίων ἀκολούθως τοῖς ὑπὸ σοῦ τοῦ εὐεργέτου προστεταγμένοις καὶ τοῖς γεγονόσι, ὑπὸ τοῦ Πασίωνος ὑπομνηματισμοῖς. τοῦ δὲ Σύρου μὴ βουλομένου ἐνμεῖναι τοῖς κεκριμένοις ἀλλὰ καὶ καταργοῦντός με χειρότεχνον ὄντα, ἐπὶ σὲ τὸν πάντων σωτῆρα τῶν δικαίων τυχεῖν. εὐτύχει.