Ancient Greek
P.Oxy. 1 57
Documentary Papyri, P.Oxy. 1 57
Not analysed yet
Αὐρήλιος Ἀπολινάριος στρατηγὸς Ὀξυρυγχείτου Ἀπίωνι στρατηγήσαντι Ἀνταιοπολίτου τῶι φιλτάτωι χαίρειν. Διόσκορος ὁ τοῦ Ἀνταιοπολείτου στρατηγός, διʼ οὗ ἐπέστειλέν μοι ἐπιστάλματος κεχρονισμένου εἰς τὸ διεληλυθὸς γ ἔτος, Ἐπεὶφ ιγ, ἐδήλωσεν τὸν τοῦ νομοῦ ἐγλογιστὴν Ποτάμωνα τὸν καὶ Σαραπίωνα ἀνειληφέναι ἐν λήμμασι διοικήσεως τοῦ γ ἔτους ἐν σοὶ ὑπὲρ τοῦ ὁλόκληρον ποιῆσαι τὴν ἐπίσκεψιν τῶν χωμάτων καὶ διωρύχων τοῦ β ἔτους τῇ ὁρισθείσῃ προθεσμίᾳ μὴ κατακεχωρικέναι εἰς τὸ τῆς διοικήσεως λογιστήριον δραχμὰς Γρπζ τριώβολον, βουληθείς με τὴν τούτων ἀπαίτησιν ποιησάμενον προσθέσθαι ὑπὲρ ἐκείνου τοῦ νομοῦ. ἵνʼ οὖν εἰδῇς καὶ ἄνευ πάσης ὑπερθέσεως τὴν ἀπόδοσιν ποιήσῃ κατὰ τὰ γραφέντα …