Ancient Greek
P.Oxy. 1 63
Documentary Papyri, P.Oxy. 1 63
Not analysed yet
Παήσιος Ἀρχελάωι τῶι φιλτάτωι χαίρειν. τοῦ ἀναδιδόντος σοι τὸ ἐπιστόλιόν μου ναυκλήρου Πανεμουῶτος προνόησον σὺν πάσῃ σπουδῇ ἐνβαλέσθαι αὐτοῦ τὸν γόμον ὡς ἔθος ὃν ἔχεις ἐν χερσὶ καὶ λεκτῷ ἐνβαλέσθαι, καὶ τοὺς δειγματοάρτας καθʼ αὑτὸν ἀναπέμψαι πρὸς ζυγοστασίαν λαβόντα παρὰ τῶν ἀρχεφόδων ὀνάριον. ἀπεντεῦθεν μὲν οὖν συνσκυλῆθι αὐτῷ καὶ ἰδέτω τοὺς θησαυρούς, καὶ τοὺς σιτολόγους καὶ τοὺς ἄλλους τοὺς πρὸς τὴν χρείαν ὧν τὰ ὀνόματά σοι ἔπεμψεν Ἁρποκρατίων ἐν ἑτοίμῳ ποίησον ἵνα μηδὲν ἐνπόδιον ᾖ. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. Ἀρχελάωι ὑπηρέτῃ.