Ancient Greek
P.Oxy. 1 65
Documentary Papyri, P.Oxy. 1 65
Not analysed yet
παρὰ τοῦ στατίζοντος βενεφικιαρίου κωμάρχαις κώμης Τερύθεως. παράδοτε τῷ ἀποσταλέντι ὑπηρέτῃ Παχοῦμιν Παχούμιος ὃν κατεσχήκατε σήμερον καὶ κατηνέγκατε ἐν τῇ κώμῃ ὑμῶν πολίτην ὄντα. εἰ δὲ ἔχετε εὐλογίαν τινὰ πρὸς αὐτὸν ἀνέρχεσθε ἅμα αὐτῷ καὶ λέγετε. ἀλλʼ ὅρα μὴ κατάσχητε τὸν ὑπηρέτην. σεσημείωμαι.