Ancient Greek
P.Oxy. 1 67
Documentary Papyri, P.Oxy. 1 67dupl
Not analysed yet
ὑπατείας Φλαυίων Οὔρσου καὶ Πολεμίου τῶν λαμπροτάτων, Φαρμοῦθι β. Αὐρηλίῳ Ἀετίῳ ἄρξαντι προπολιτευομένῳ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Πτολεμαίου Ὡρίωνος ἀπὸ τῆς αὐτῆς πόλεως. ἐνέτυχον διὰ ἀναφορᾶς τῷ κυρίῳ μου τῷ διασημοτάτῳ ἐπάρχῳ τῆς Αἰγύπτου Φλαουίῳ Ἀντωνίῳ Θεοδώρῳ αἰτιώμενος Παταῆσιν καὶ Πανεχώτην ἀπὸ κώμης Λιλῆ τοῦ πέμπτου πάγου παρανόμως ἐπέχοντάς μου τῶν οἰκοπέδων, καὶ ἅπερ ἀντέγραψεν πρὸς τὴν σὴν ἐπιείκειάν τε καὶ καθαρότητα ἐντάξας μεθʼ ἧς πεποίημαι ἀναφορᾶς ἐπιδίδωμί σοι ὅπως εἰς ἔργον προαγάγοις τὰ κεκελευσμένα. ἔστι δέ· Φλαύιος Ἀντώνιος Θεόδωρος Ἀετίῳ προπολιτευομένῳ Ὀξυρυγχείτου χαίρειν. εἰ πρὸς τὴν τῶν ὑπὸ τῶν αἰτιαθέντων διακατέχεσθαι λεγομένων οἰκοπέδων ἀποκατάστασιν καὶ ὥς γε τὰ ὑποτεταγμένα διαβεβαιοῦται τῇ τοῦ αἰτιασαμένου δεσποτίᾳ διαφερόντων οἱ αἰτιαθέντες ἀντιλέγοιεν, φρόντισον τὰς κατὰ νόμους αὐτοὺς παραγγελίας ὑποδέξασθαι ποιῆσαι ἔννομόν τε τυπωθῆναι τὴν τοῦ δικαστηρίου προκάταρξιν. ἔστι δὲ καὶ τῶν ἀνενεχθέντων τὸ ἴσον· Φλαυίῳ Ἀντωνίῳ Θεοδώρῳ τῷ διασημοτάτῳ ἐπάρχῳ παρὰ Αὐρηλίου Πτολεμαίου Ὡρίωνος ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως. πάντα μέν, ὡς ἔπος ἐστὶν εἰπεῖν, ὅσα ἰσχύειν τι δύναται παρὰ τὴν τῶν νόμων ἰσχὺν πρὸς ὀλίγον ἰσχύει, ἐπανορθοῦται δὲ ὕστερον ὑπὸ τῆς τῶν νόμων ἐπεξελεύσεως. Παταῆσις Λυλύντις καὶ Πανεχώτης ἀπὸ κώμης Λιλῆ τοῦ αὐτοῦ νομοῦ καταδυναστεύοντες ἐπέχουσιν τῶν ἡμῖν διαφερόντων οἰκοπέδων, ἅπερ ἀπὸ δικαίου κληρονομιῶν τῆς ἡμετέρας μάμμης εἰς ἡμᾶς κατήντησεν. περὶ ὧν καταλαμβάνοντες τὴν σὴν ἀρετὴν δεόμεθα συνχωρηθῆναι δικαστὴν ἡμῖν εἶναι Ἀέτιον τὸν προπολιτευόμενον ἐπὶ δυσὶ κεφαλαίοις τὴν ἔραυναν ποιούμενον, πρώτου μὲν εἰ τῆς γραὸς ὑπῆρχεν ὄντα τὰ οἰκόπεδα ταῦτα, δευτέρου δὲ εἰ τὴν δεσποτείαν αὐτοῖς ἐνγράφως ὑπεχώρησεν, ἵνʼ οὕτως δειχθῇ αὐτῶν ἡ καθʼ ἡμῶν πλεονεξία. οὔτε γὰρ παρὰ ταύτης πράσεως ἔνγραφον ἐπιφέρειν δύνανται, οὔτʼ ἑτέραν ὑποχώρησιν ὑπʼ αὐτῆς γεγενημένην ἢ ὅσον τῷ ἡμᾶς σὺν αὐτῇ ἐπὶ τῆς πόλεως οἰκεῖν, ἐκείνους δὲ κατὰ τὴν κώμην ὄντας ἀλόγως ἐπιβεβηκέναι τοῖς ἡμῖν διαφέρουσιν οἰκοπέδοις· ὅπως ταύτης ἡμῖν τῆς εὐεργεσίας ὑπαρχθείσης εἰσαεὶ σοῦ τῇ τύχῃ χάριτας ὁμολογήσωμεν. . Αὐρήλιος Πτολεμαῖος ἐπιδέδωκα. Αὐρήλιοι Παταῆσις καὶ Πανεχώτης, φανερὸν ἡμῖν γέγονεν Φαρμοῦθι πέμπτῃ. Αὐρήλιος Ἀμμώνιος Ὡρίωνος ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.