Ancient Greek
P.Oxy. 1 71 col. 2
Documentary Papyri, P.Oxy. 1 71col2
Not analysed yet
Κλωδίωι Κουλκιανῶι τῶι διασημοτάτωι ἐπάρχωι Αἰγύπτου παρὰ Αὐρηλίας Γλη… λαμπροτάτης κατοικούσης ἐν τῇ Ἀρσινοιτῶν πόλει. πᾶσι μὲν βοηθεῖς, ἡγεμὼν δέσποτα, καὶ πᾶσι τὰ ἴδια ἀπονέμεις μάλιστα δὲ γυναιξὶν διὰ τὸ τῆς φύσεως ἀσθενές· ὅθεν καὶ αὐτὴ πρόσειμι τῷ σῷ μεγαλείῳ εὔελπις οὖσα τῆς ἀπὸ σοῦ βοηθείας τυχεῖν. πλεῖστα προσ…μενης μου περὶ τὸν αὐτὸν Ἀρσινοίτην νομὸν καὶ οὐκ ὀλίγον τέλος δήμου, κανονικοὺς δὴ λέγω φόρους καὶ στρατιωτικὰς εὐθενίας, γυνὴ ἀσθενὴς καὶ χήρα τυγχάνουσα τῶν τε ἡμετέρων τέκνων ἐν στρατείᾳ ὄντων καὶ ἀπασχολουμένων ἐπὶ τῆς ἀλλοδαπῆς, προσελαβόμην ἐμαυτῇ εἰς βοήθειαν καὶ διοίκησιν τῶν πραγμάτων τὸ πρὶν μὲν Σεκοῦνδόν τινα ἔπειτα δὲ καὶ Τύραννον, νομίζουσα τούτους τὴν καλήν μοι πίστιν ἀποσῴζειν· οἵτινες μὴ ὀρθῶς ἀναστραφέντες διεσπαθήσαντό με, καὶ ἐν χερσὶ ἃ κατεστήσαντο ἀπʼ ἐμοῦ ὑπάρχοντα ἀποστάντες μου οὔποτʼ οὐ συνήθεις λόγους μοι προσήγαγον ἴσως γνωσιμαχοῦντες ἐν οἷς διεπράξαντο ἀφαρπάσαντές μου καὶ βοῦς δύο ἐξ ὧν ἔχω προς… τῶν αὐτῶν μοι χωρίων περιφρονοῦντές μου τῆς ἀπραγμοσύνης. ὅθεν …ήσασα τῆς ἐπʼ ἀγαθοῖς σοῦ ἐπιδημίας καταφεύγω πρὸς τοὺς σοὺς τοῦ ἐμοῦ κυρίου πόδας ἀξιοῦσα …εἴ σου δόξειεν τῇ ἀρετῇ ἐπὶ τῆς μοι δυνατωτάτης σου ὑπογραφῆς …τας ἤτοι ἀποθέτας ἐπι… προστ…ας διʼ αὐτῶν ἐπιγν…μου τὰ ὑποτελοῦς ἐκο… νο…εντα δυνηθῶ καὶ α…να ἀπολ…α…σα… τοι… τῇ λαμβανούσῃ …ανατ…αν…υπ…απρ…