Ancient Greek
P.Oxy. 1 76
Documentary Papyri, P.Oxy. 1 76
Not analysed yet
Θέωνι στρατηγῶι παρὰ Ἀπίας Ὡρίωνος τοῦ Ἄπειτος μητρὸς Ταρεοῦτος ἀπʼ Ὀξυρύγχων πόλεως, μετὰ κυρίου τοῦ ἀνδρὸς Πασίωνος Παυσείριος μητρὸς Τσεεῖ Καλλίου ἀπὸ τῆς αὐτῆς πόλεως. ὁ σημαινόμενός μου πατὴρ Ὡρίων Ἄπειτος τοῦ Ὥρου μητρὸς Ταέρσεως ἀναγραφόμενος ἐπὶ κώμης Βερενεικίδος τοῦ Ἀρσινοείτου πρὸς καιρὸν παρατυγχάνων εἰς κώμην Νεμέρας τοῦ Ὀξυρυγχείτου, ὅπου σὺν τῷ ἀνδρὶ καταμένω, καὶ ἔχων ὑφʼ ἑαυτὸν πρὸς οἴκησιν τόπους τρεῖς τῆς ὑπαρχούσης μοι ἐν τῇ αὐτῇ Νεμερῶν ἐν τοῖς ἀπὸ βορρᾶ μέρεσι ταύτης οἰκίας, τήν τε οὖσαν ἐξέδραν καὶ ὑπερῴους δύο συμπόσιον καὶ κοιτῶνα, νοσήσας ἐπισφαλῶς ἔχει. οὐκ οὖσα δὲ προαιρέσεως προσέρχεσθαι τῇ τούτου κληρονομίᾳ ἀναγκαίως ἐντεῦθεν δηλῶ σοι ὅπως κελεύσῃ τὸ ἀκόλουθον γενέσθαι, πρὸς τὸ μετὰ τελευτὴν αὐτοῦ ἀνεύθυνόν με εἶναι. ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων, Παῦνι θ. Ἀπία Ὡρίωνος ἐπιδέδωκα. Πασίων Παυσίριος ἐπιγέγραμμαι τῆς γυναικός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. …