Ancient Greek
P.Oxy. 1 80
Documentary Papyri, P.Oxy. 1 80
Not analysed yet
Αὐρηλίοις Ἀπολλωνίῳ τῶι καὶ Κλαυδιανῷ καὶ ὡς χρηματίζει πρυτάνει καὶ Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ, ἀμφοτέροις γυμνασιαρχήσασι εἰρηνάρχαις Ὀξυρυγχίτου, Αὐρήλιος Πακρεῦρις χρηματίζων μητρὸς Ταοννώφριος ἀρχέφοδος κώμης Σενοκώμεως. ὀμνύω τὴν Μάρκου Ἀντωνίου Γορδιανοῦ Καίσαρος τοῦ κυρίου τύχην τοὺς ἐπιζητουμένους ὑπὸ τῶν ἀπὸ κώμης Ἀρμενθῶν τοῦ Ἑρμοπολείτου νομοῦ Αὐρηλίους Κοπρέα Ἀρείου καὶ Κοπρέα Ὀννώφριος καὶ Ἀπίωνα ἄλλου Ἀρείου καὶ Ἀμφείονα Ἀμμωνιο…ως ὄντας ἀπὸ τῆς αὐτῆς Ἀρμενθῶν μὴ εἶναι ἐπὶ τῆς ἡμετέρας κώμης μηδὲ ἐπὶ τῆς αὐτῆς …