Ancient Greek
P.Oxy. 1 84
Documentary Papyri, P.Oxy. 1 84
Not analysed yet
Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν σιδηροχαλκέων τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διὰ Αὐρηλίου Σευήρου Σαρμάτου ἀπὸ τῆς αὐτῆς πόλεως μηνιάρχου ἀπὸ τῶν αὐτῶν. ἠρίθμημαι παρʼ Αὐρηλίου Ἀγαθοβούλου Ἀλεξάνδρου δημοσίων λημμάτων τραπεζίτου Ὀξυρυγχίτου πολιτικῆς τραπέζης ἐξ ἐπιστάλματος τοῦ αὐτοῦ ἀξιολογωτάτου λογιστοῦ ἃ τετάγμεθα ἐπισταλῆναι ἐξοδιασθῆναι ἡμῖν ὑπὲρ τιμῆς σιδήρου ἐνεργοῦ ὁλκῆς κεντηναρίου ἑνὸς χωροῦντος εἰς δημόσια πολιτικὰ ἔργα ἀργυρίου τάλαντα ϛ πλήρη. κυρία ἡ ἀποχή, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Καικινίου Σαβίνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων, Ἁθὺρ ε. Αὐρήλιος Σεουῆρος ἠρίθμημαι τὰ τοῦ ἀργυρίου τάλαντα ἓξ πλήρη ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.