Ancient Greek
P.Oxy. 1 88
Documentary Papyri, P.Oxy. 1 88
Not analysed yet
Λάμπων Ἀμμωνίου προνοητὴς οἴκου γυμνασιάρχων Ὀξυρύνχων πόλεως σιτολόγοις μέσης τοπαρχίας Πέτνη τόπων χαίρειν. διαστείλατε ἀφʼ ὧν ἔχετε τῶν γυμνασίαρχων ἐν θέματι πυροῦ γενήματος τοῦ διελθόντος ιθ ἔτους ἀρτάβας ἑξήκοντα, γίνονται ἀρτάβαι ξ, Σαραπίωνι Ἡλιοδώρου ἐξηγητεύσαντι τῆς Ὀξυρυνχειτῶν πόλεως τὰς προκειμένας ἀρτάβας ξ. ἔτους εἰκοστοῦ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου Καισάρων τῶν κυρίων, Ἀθὺρ γ.