Ancient Greek
P.Oxy. 10 1261
Documentary Papyri, P.Oxy. 10 1261
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Κρίσπου καὶ Κωνσταντίνου τῶν ἐπιφανεστάτων Καισάρων τὸ γ. Φλαουίωι Σαραπίωνι ἑκατοντάρχῳ τάξεως τοῦ διασημοτάτου καθολικοῦ παρʼ Αὐρηλίου Ἡρακλέους Κοιλακίου βουλευτοῦ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ἐπιμελητοῦ ζῴων ὀμνύω τὸν σεβάσμιον θεῖον ὅρκον ἡμῶν Αὐτοκράτορός τε καὶ Καισάρων παρειληφέναι ἀπὸ γενήματος ιβ ἰνδικτίονος λιτρῶν μυριάδας β Δσλε ,εἰς τὴν ἐσομένην ἐπιδημίαν λιτρῶν μυριάδα α ,καὶ εἰς εὐθενίαν τῶν ἐν Βαβυλῶνι διακειμένων γενναιοτάτων στρατιωτῶν ὑπὸ Σουηριανὸν πραιπόσιτον λιτρῶν μυριάδα α Δσλε ,καὶ τὸ ἀνάλωμα, κατενεγκεῖν καὶ τὴν διάδοσιν τούτων ποιήσασθαι ὁπόταν κελευσθῶ ἀριθμῷ πλήρη καὶ τῆς παραδόσεως γράμματα ἐπενεγκεῖν, εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι, ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ. ὑπατείας τῆς προκειμένης Τῦβι ιη.