Ancient Greek
P.Oxy. 10 1267
Documentary Papyri, P.Oxy. 10 1267
Not analysed yet
Συρίωνι ἀμφοδογραμματεῖ γ φυλῆς παρὰ Ἀπολλωναρίου Ἁρπάλου μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου Χάρμου Παυσειρᾶτος μητρὸς καὶ παρὰ Ζωίλου Ζωίλου τοῦ Ἀπολλωνίου μητρὸς Κλαυδίας Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως. βουλόμεθα πρώτως ἀπὸ τοῦ νῦν ἀναγραφῆναι ἐπὶ τοῦ ὑπάρχοντος ἐμοὶ τῇ Ἀπολλωναρίῳ ἐπʼ ἀμφόδου Πλατείας μέρους οἰκίας τὸν ἐμοῦ τοῦ Ζωίλου γνήσιον υἱὸν Ὡρείωνα μητρὸς Ἡρᾶτος Ἀπολλωνίου δωδεκάδραχμον ἀπὸ γυμνασίου ὄντα πρὸς τὸ ἐνεστὸς ιζ ἔτος ἐτῶν τριῶν καὶ μηνῶν πέντε . διὸ ἐπιδίδομεν τὸ ὑπόμνημα ὡς καθήκει καὶ ὀμνύομεν τὴν τῶν κυρίων Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα Καίσαρος Σεβαστῶν τύχην μὴ ἐψεῦσθαι. ἔτους ιζ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Τῦβι ι.