Ancient Greek
1273.33 to 1273.54
Documentary Papyri, P.Oxy. 10 1273.33-54
Not analysed yet
ἐὰν δὲ καὶ ἐπὶ τῆς ἀπαλλαγῆς ἐγκυος ᾖ ἡ γαμουμένη, δότω αὐτῇ ὁ γαμῶν εἰς λόγον δαπάνης λοχείας δραχμὰς τεσσαράκοντα . ἐπὶ δὲ τῆς ἀπαιτήσεως τῆς προκειμένης φερνῆς ἡ πρᾶξις ἔσται τοῖς περὶ τὴν γαμουμένην παρά τε τοῦ γαμοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ συνγραφὴ δισσὴ γραφεῖσα πρὸς τὸ ἑκάτερον ἔχειν μοναχόν, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῶνται ἢ καί τις αὐτῶν δημοσιώσει διὰ τοῦ καταλογείου οὐ προσδεόμενος τῆς τοῦ ἑτέρου μεταλήμψεως οὐδὲ ἑτέρας εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν τῇ ἐσομένῃ δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γείνεσθαι ἀλλήλους ἐπερωτήσαντες ὡμολόγησαν. ἔτους ζ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Σαλωνείνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Μεχεὶρ β. Αὐρηλία Θαῆσις ἐξεδόμην τὴν θυγατέραν μου πρὸς γάμον τῷ προτεταγμένῳ Ἀρσινόῳ καὶ προσήνεγκα αὐτῷ τὴν προκειμένην φερνὴν ὡς πρόκειται καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρήλιος Θέων ὁ καὶ Νεπωτιανὸς συνέστην αὐτῇ καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Αὐρήλιος Ἀρσίνοος ἔσχον τὴν προκειμένην φερνήν καὶ ἐάν, ὅ μὴ εἴη, ἀπαλλαγὴ γένηται, ἀποδώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.