Ancient Greek
P.Oxy. 10 1277 Ro
Documentary Papyri, P.Oxy. 10 1277
Not analysed yet
Αὐρηλία Σαραπιὰς Ἀρείου ἀστὴ χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη Αὐρηλίῳ Θέωνι Ἀμμωνίου τοῦ καὶ Ἀφύγχιος ἀπʼ Ὀξυρύγχων πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι τρίκλινον στρωμάτων λινῶν ποικιλτῶν διὰ ὅλου καὶ προσκεφάλαια τέσσαρα …α καὶ λινᾶ τῆς αὐτῆς ἰδέας τιμῆς δραχμῶν πεντακοσίων ,γίνονται δραχμαὶ φ, ἃς καὶ ἐντεῦθεν ἀπέσχον. κυρία ἡ πρᾶσις ἁπλῆ γραφεῖσα καθαρὰ καὶ βεβαιώσω καὶ ἐπηρώτημαι ὡς πρόκειται. ἔτους δ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων καὶ Πουπλίου Λικιννίου Κορνηλίου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Μεσορὴ ιϛ. Αὐρηλία Σαραπιὰς πέπρακα τὸ τρίκλινον καὶ τὰ προσκεφάλαια καὶ ἀπέσχον τὰς τῆς τιμῆς δραχμὰς φ καὶ βεβαιώσω καὶ ἐπηρώτημαι ὡς πρόκειται. Αὐρήλιος Ὡριγένης ἔγραψα ὑπὲρ τῆς μητρὸς γράμματα μὴ εἰδυίης.