Ancient Greek
P.Oxy. 10 1283
Documentary Papyri, P.Oxy. 10 1283
Not analysed yet
Αὐρηλίῳ Ἁρποκρατίωνι στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Πατ Εὐτυχ καὶ τῶν σὺν αὐτῷ πρακτόρων ἀργυρικῶν μητροπολιτικῶν μέσης τοπαρχίας Πεεννὼ τόπων. διαστολὴ ἀριθμήσεων μηνὸς Παῦνι τοῦ ἐνεστῶτος β ἔτους Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, ἔστι δέ· λημμάτων τοῦ ἐνεστῶτος β ἔτους ἐπαρουρίου ϛ δραχμαὶ χ, καὶ διεγράφησαν ἐπὶ τὴν δημοσίαν τράπεζαν ὑπὸ μὲν Σεπτιμίου Χαιρήμονος ἐπαρουρίου δραχμαὶ ρμγ ἡμιωβέλιον χαλκοῖ β, ὀκταδράχμου σπονδῆς Διονύσου δραχμαὶ η τετρώβολον χαλκοῦς α, πηχισμοῦ περιστερώνων δραχμαὶ ιζ πεντώβολον, Αὐρήλιος Ἀχιλλεὺς ἐπαρουρίου δραχμαὶ ρϙη ὀβολοὶ ε 𐅵,ὀκταδράχμου σπονδῆς Διονύσου δραχμαὶ η τετρώβολον χαλκοῦς α, Αὐρήλ Ἀπ…ν… καὶ Τα… ἐπαρουρίου δραχμαὶ ριϛ, …υ… …υκϛ. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …