Ancient Greek
P.Oxy. 10 1349
Documentary Papyri, P.Oxy. 10 1349
Not analysed yet
κυρίᾳ μου μητρὶ Γερμανίᾳ Σαραπίων χαίρειν. ἐπειδὴ ἐξῆλθα ἀπὸ σοῦ ἐχθὲς μὴ διαλεχθείς σοι περὶ τῆς κυθρίδος, πᾶν ποίησον οὖν λαβοῦσά μου τὰ γράμματα δοῦναι αὐτὴν τῇ μητρί μου Αμαξ…ριτι διὰ τὴν ἀδελφήν μου Ἁγίαν· ἀλλὰ μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι. κυρίᾳ μου μητρὶ Γερμανίᾳ Σαραπίων.