Ancient Greek
P.Oxy. 12 1406
Documentary Papyri, P.Oxy. 12 1406
Not analysed yet
Αὐτοκράτωρ Καῖσαρ Μάρκος Αὐρήλιος Σεουῆρος Ἀντωνῖνος Παρθικὸς Μέγιστος Βρεταννικὸς Μέγιστος Γερμανικὸς Μέγιστος Εὐσεβὴς Σεβαστὸς λέγει· ἐὰν βουλευτὴς τὸν πρύτανιν ἢ βουλευτὴν τύψῃ ἢ μέμψηται ἐν ταῖς βουλαῖς ὁ μὲν βουλευτὴς τῆς βουλείας ἀπαλλάξεται καὶ εἰς ἄτιμον χώραν καταστήσεται ?. προετέθη ἐν Βαβυλῶνι ὑπὸ στοᾷ δημοσίᾳ ἐνάρχου ἄρχοντος Αὐρηλίου Ἀλεξάνδρου …ἀπὸ Ἡλίου πόλεως.