Ancient Greek
P.Oxy. 12 1419
Documentary Papyri, P.Oxy. 12 1419
Not analysed yet
παρὰ τοῦ πρυτάνεως Θωνίῳ πράκτορι πολιτικῶν χαίρειν. ἐξοδίασόν μοι ἀφʼ ὧν ἀπῄτησας τελωνικῶν ἐν τῷ νομῷ ἃς μετεβάλου διὰ δημοσίας τραπέζης ὀπινάτορι ἀπαιτητῇ τιμῆς πυροῦ δραχμὰς Αφ, ἀλλὰ καὶ ἄλλας εἰς λόγον ἀννώνης λεγιωναρίων πεμφθέντων ἀπὸ Ἡρακλάμμωνος μετὰ Ἰσχυρίωνος διώκτου σίτου δραχμὰς τ, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ Αω. ἐξοδίασον τὰς δραχμὰς χιλίας ὀκτακοσίας . ἔτους ιβ Παῦνι δ.