Ancient Greek
P.Oxy. 12 1428
Documentary Papyri, P.Oxy. 12 1428
Not analysed yet
ἀντίγραφον. …ς Νίκων ἐξάκτορι Ὀξρυγχίτου χαίρειν. ἦλθεν εἰς ἐμὴν γνῶσιν ὡς Πτολεμαίου τοῦ ἐπείκτου τῆς ὀθόνης εἰς τὴν Ἀλεξάνδριαν ἀπαντήσαντος. ὑπὲρ τοῦ τοίνυν μὴ ἐνέδραν ἐπακολουθῆσαι περὶ τὴν ἐξυφὴν τὴς αὐτῆς ὀθόνης, φρόντισον τὴν ἀποτεταγμένην τῷ μέρει βοήθειαν παρασχεῖν Σαραπίωνι τῷ ἑκατοντάρχῳ καὶ Ἀντώνιον ὀφφικιάλιον πρὸς τὸ καταναγκασθῆναι τοὺς ὑπευθύνους τὴν ἐσθῆτα ἀνεπικλήτοις τοῖς ὑφάσμασιν κατασκευάσαι, ἄχρις ἂν ὁ προειρημένος Πτολεμαῖος ἀπαντήσῃ. διὰ δὲ τοῦτο ἀπέστειλα τὸν προειρημένον ὀφφικιάλιον. ἐρρῶσθαί σε εὔχομαι.