Ancient Greek
P.Oxy. 12 1430
Documentary Papyri, P.Oxy. 12 1430
Not analysed yet
τοῖς ἐσομένοις ὑπάτοις τὸ δ. Ἑρμείᾳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Ὀννώφριος Πεκύσιος τεσσαραρίου καὶ Παήσιος Λάμυρος καὶ Παελένου Ἁράχθου κωμάρχων, τῶν πάντων κώμης Ἡρακλείδου τοῦ ὑπὸ σὲ πάγου. ἀπέσχομεν καὶ ἠριθμήμεθα παρὰ Παύλου δημοσίων χρημάτων τραπεζίτον ἐξ ἐπιστάλματος ᾐτήμεθα ἐπισταλῆναι ἐξοδιασθῆναι ἡμῖν ὑπὲρ τιμῆς ὧν παρέσχομεν ἄνθρακος εἰς τὸ δημόσιον βαλανίδιον σιππίου κεντηναρίου α δεσμῶν γ τάλαντα ε δραχμὰς Γ, ὧν ἑκατοστὰς δραχμὰς Βρμε, τὰ λοιπὰ τάλαντα ε δραχμὰς ωνε, χρυσοῦ ἐνοβρύζου γραμμάτων ι 𐅵τάλαντα ζ δραχμὰς Γψκ, γίνονται ὁμοῦ τάλαντα ιβ δραχμαὶ Δφοε, πλήρη. κυρία ἡ ἀποχὴ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῆς προκειμένης Μεσορὴ ζ. Ὀννῶφρις καὶ Παῆσις καὶ Παελένης ἠριθμήμεθα ὡς πρόκειται. Ἰσίδωρος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. ἀπόδος Ἑρμίᾳ.