Ancient Greek
P.Oxy. 12 1432
Documentary Papyri, P.Oxy. 12 1432
Not analysed yet
Αὐρηλίῳ Ἀνουβίωνι στρατηγῷ Ὀξυρυγχίτου παρὰ Ἡρακλᾶτος Σαρᾶ τοῦ Ἀκοῦ μητρὸς Νικαίας ἀπʼ Ὀξυρύγχων πόλεως ὑποσχεσαρίου ὠνῆς ἀθηροπωλῶν καὶ ὀρβιοπωλῶν. μηνιαῖος λόγος τοῦ Παῦνι τοῦ ἐνεστῶτος κβ ἔτους Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. ἔστι δέ. παρὰ ἀθηροπωλῶν καὶ ὀρβιοπωλῶν δραχμὰς ὀγδοήκοντα, γίνονται δραχμαὶ π, αἳ καὶ διαγράφονται εἰς τὴν ἐπὶ τόπων δημοσίαν τράπεζαν. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου …