Ancient Greek
P.Oxy. 12 1451
Documentary Papyri, P.Oxy. 12 1451
Not analysed yet
…ἐπάρχου Αἰγύπτου διὰ Ἰουουένκου Οὐάλεντος ἐπάρχου στόλου Σεβαστοῦ Ἀλεξανδρίνου τῆι …τοῦ Φαμενὼθ ιε ἔτους Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου γεγενημένην ἐπίκρισιν ἐπιφέρειν σοι ἐπεσκεμμένην ἐκ τῆς ἐν …ἡγεμονικῆς βιβλιοθήκης διʼ Ἀνουβίωνος τοῦ καὶ Διονυσίου βιβλιοφύλακος, ἧς ἀντίγραφον ὑποτέτακται, μετὰ προσφωνήσεων μαρτύρων τριῶν περὶ τοῦ εἶναι τὴν Τρουννίαν Μάρκελλαν ἀδελφὴν τοῦ Τρουννίου Λουκιλλιανοῦ, καὶ τῶν δούλων μου Εὐφροσύνου καὶ …ολύτου καὶ Πλουτάρχου, καὶ ὀμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον εἶναι αὐτοὺς ἐμαυτῆς υἱοὺς καὶ μηδενὶ ἀλλοτρίῳ κεχρῆσθαι, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιϛΑὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Σαρματικοῦ Μεγίστου μηνὸς Ἁδριανοῦ. ἀντίγραφον ἐπικρίσεως. ἐκ τόμου ἐπικρίσεων Γαίου Καλουισίου Στατιαναοῦ ἐπάρχου Αἰγύπτου οὗ προγραφή. οἱ ὑπογεγραμμένοι οὐετρανοὶ καὶ Ῥωμαῖοι καὶ ἀπελεύθεροι καὶ δοῦλοι καὶ ἕτεροι ἐπεκρίθησαν ὑπὸ Καλουισίου Στατιανοῦ ἐπάρχου Αἰγύπτου διὰ Ἰουουένκου Οὐάλεντος ἐπάρχου στόλου Σεβαστοῦ Ἀλεξανδρίνου ἀπὸ Φαμενὼθ τοῦ ιε ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἕως Παῦνι τοῦ αὐτοῦ ἔτους, ἃ δὲ παρέθεντο δικαιώματα τῷ προγεγραμμένῳ Ἰουουένκῳ Οὐάλεντι ἑκάστῳ ὀνόματι παράκειται. μεθʼ ἕτερα σελίδων οδ. Ὀξυρυγχείτου· Λούκιος Τρούννιος Λουκιλλιανὸς Σπουρίου υἱὸς ἐτῶν …,Τρουννία Μάρκελλα ἀδελφὴ αὐτοῦ ἐτῶν ,δοῦλοι Εὐφρόσυνος ἐτῶν ,…όλυτος ἐτῶν ,Πλούταρχος ἐτῶν . ἐπήνεγκεν ἡ τῶν προκειμένων παίδων μήτηρ τῶν δὲ δούλων δέσποινα Ε…ια Τρουννία ……χρηματίζουσα τέκνων δικαίῳ ἑαυτῆς δέλτον προφεσσιῶνος ἐπὶ σφραγίδων κεχρονισμένην τῷ ιε ἔτει θεοῦ Ἁδριανοῦ καὶ τῶν παίδων δέλτους μαρτυροποιήσεως δύο ἐπὶ σφραγίδων κεχρονισμένας τὴν μὲν Λουκιλλιανοῦ ιϛ ἔτει θεοῦ Ἀντωνίνου τὴν δὲ Μαρκέλλης δ ἔτει Αὐρηλίου Ἀντωνίνου, διʼ ὧν ἡ προγεγραμμένη Τρουννία ……ἐμαρτυροποιεῖτο εἶναι αὐτῆς υἱοὺς τοὺς ἐπικρινομένους ἐκ μὴ νομίμων γάμων, καὶ τῶν δούλων οἰκογένειαν καὶ κατʼ οἰκίαν ἀπογραφὴν τοῦ ιδ ἔτους Αὐρηλίου Ἀντωνίνου διʼ ἧς οἱ δοῦλοι ἀνεγράφησαν. ἔδωκεν ἡ Τρουννία καὶ γνωστῆρας …ν Ἑρμαΐσκον, Ἰουλίους δύο Ἕρμιππον καὶ …συγχειρογραφοῦντας αὐτῇ μηδενὶ ἀλλοτρίῳ κεχρῆσθαι. καὶ τῆς τοῦ προκειμένου Ἰουουένκου Οὐάλεντος σημειώσεως, ἐπὶ μὲν τοῦ προκειμένου Τρουννίου Λουκιλλιανοῦ Σπουρίου υἱοῦ εἴκοσι τριῶν ἄσημος, ἐπὶ δὲ Τρουννίας Μαρκέλλης Σπουρίου θυγατρὸς ἕνδεκα ἄσημος, καὶ δούλων ἐπὶ μὲν Εὐφροσύνου ἐννέα ἄσημος, ἐπὶ δὲ …ολύτου …ἄσημος, καὶ ἐπὶ Πλουτάρχου πέντε ἄσημος. Τρουννία ……ἐπιδέδωκα Γάιος Καικίλλιος Κλήμης ὁ καὶ Βερενικιανὸς …