Ancient Greek
P.Oxy. 12 1457
Documentary Papyri, P.Oxy. 12 1457
Not analysed yet
Ἀρίστωνι καὶ Πτολεμαίῳ τοῖς ἐξειληφόσι τὴν ἑξαδραχμίαν τῶν ὄνων παρὰ Θοώνιος τοῦ Θώνιος. ἀπογράφομαι εἰς τὸ ἐνεστηκὸς κζ ἔτος Καίσαρος τὰς ὑπαρχούσας μοι ὄνους θηλείας δύο λευκόχροας ἐν τῇ ὑπαρχούσῃ μοι οἰκίᾳ ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιήου ἀπὸ νότου τοῦ δρόμου ἐργαζομένας μου τὰ ἴδια ἔργα. εὐτυχεῖτε. σεσημείωται. …ἔτους κζ Καίσαρος Τῦβι …