Ancient Greek
P.Oxy. 12 1461
Documentary Papyri, P.Oxy. 12 1461
Not analysed yet
Αὐρηλίῳ ……ῳ γενομένῳ ὑπομνηματογράφῳ καὶ Αὐρηλίῳ Ὡρίωνι γενομένῳ ἀρχιερεῖ παρὰ Αὐρηλίου Ἑρμαΐσκου. ἀπογράφομαι ἔχειν ἐργαστήριον λαχανοπωλικὸν ἐνεργὸν ἀπὸ Παχὼν γ ἔτους μέχρι σήμερον, ὂν ἐπὶ τοῦ αὐτοῦ γ ἔτους πρὸς τῷ Ψοῦ ἐν κτήσει κυριακῇ πρὸς τῇ Πλατείᾳ, καὶ διαγεγραφέναι με εἰς κατασκευὴν ἄλλας δραχμὰς κ διὰ Διοσκόρου ἀπαιτητοῦ, ὡς ἡ ἀποχὴ περιέχει. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ κ. ἔστι δὲ τῆς ἀποχῆς τὸ ἀντίγραφον· λαχανοπωλείου Ἑρμαΐσκου ἔσχον διὰ Διοσκόρου εἰς κατασκευὴν ἄλλας δραχμὰς κ, ἔτους δ ἐπὶ λόγου δραχμαὶ κ, καὶ ὁμοίως δραχμαὶ κ, καὶ ὁμοίως δραχμαὶ κ, καὶ ὁμοίως δραχμαὶ κ, καὶ ὁμοίως αἱ λοιπαὶ δραχμαὶ κδ, γίνονται δραχμαὶ ρκδ. …