Ancient Greek
P.Oxy. 12 1470
Documentary Papyri, P.Oxy. 12 1470
Not analysed yet
μετὰ τὴν ὑπατείαν Ἰουλίου Κωνσταντίου πατρικίου ἀδελφοῦ τοῦ δεσπότου ἡμῶν Κωνσταντίνου Αὐγούστου καὶ Ῥουφίου Ἀλβίνου τοῖς ἀποδειχθησομένοις ὑπάτοις Φαμενώθ. …στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίας Θεοδώρας θυγατρὸς Εὐδαίμονος γενομένου οὐετρανοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. οὗ ἐπέδωκα λιβέλλου προσφεύγουσα ἐπὶ τὴν ἀρετὴν τοῦ κυρίου μου Φιλαγρίου τοῦ λαμπροτάτου ἐπάρχου τῆς Αἰγύπτου καὶ οὗ ἔτυχον παρʼ αὐτοῦ χρηματισμοῦ ἐντεταχότος ἐπὶ πέρας ἀχθῆναι τὰ κεκελευσμένα ἐστὶν ἀντίγραφον. Φλαούιος Φιλάγριος στρατηγῷ Ὀξυρυγχίτου. Αὐρηλία Θεοδώρα λίβελλον ἐπιδοῦσα οὗ τὸ ἀντίτυπον ὑποτέτακται ε… ἑαυτῆς τῇ δια…ται. φρόντιζε …εν…υ ὁμολογούντων αὐτῶν ταῦτα αὐτῇ ἀποδοῦναι, ἢ εἰ ἀντιλέγουσιν …σοι ἢ καὶ δοθῆναι. ἔρρωσο. ἀντίγραφον λιβέλλου· Φλαουίῷ Φιλαγρίῳ τῷ λαμπροτάτῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Αὐρηλίας Θεοδώρας θυγατρὸς Εὐδαίμονος τοῦ καὶ …ιδίου γενομένου οὐετρανοῦ ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. ὁ πατήρ μου περιὼν ἐώνηται παρὰ Πασιπεντώου Μέλανος ἀπὸ τῆς αὐτῆς πόλεως περὶ κώμην Σεντὼ τοῦ Ὀξυρυγχίτου νομοῦ ἐκ τοῦ Ἀπολλοφάνους κλήρου ἐπὶ κοιτῶν ἑκατὸν ἐννέα ἀπὸ ὀνόματος Σε…ωνίου Πάσιτος καὶ Ἰναρωοῦτος …γῆς ἄρουραν μίαν τέταρτον, ἄρουρα α δ, ἐκ πλήρους τούτῳ μεταβαλόμενος τὴν συμφωνηθεῖσαν τιμὴν …ἀκολούθως τῇ γεγενημένῃ πράσει τῇ καὶ ἐπὶ ὀνόματός μου συνταχθείσῃ. οὐκ οἶδʼ ὅπως ὑπο…υων Δημητριανὸς …νων Δημητριανοῦ τοῦ ἀδελφοῦ τοῦ τῷ πατρί μου ἀποδομένου ἐλπίσας τὴν γῆν ταύτην ἀλλοτριῶσαι τῆς δὲ ἡμετέρας ὀρφανίας καταφρονῶν. διὸ δέομαι τῆς σῆς κηδεμονίας, λαμπρότατε ἔπαρχε, καὶ ἀξιῶ κελεῦσαί σε διὰ …νοιδου, ἐὰν ἐπικρίνῃς, ἐπαναγκασθῆναι τὸν αὐτὸν Δημητριανὸν …παρὰ …τὴν γῆν ἀποδοῦναι πρὸς τὸ δύνασθαί με ταύτην ἀπολαβοῦσαν ο…μασιν …Αὐρηλία Θεοδώρα ἐπιδέδωκα.