Ancient Greek
P.Oxy. 12 1483
Documentary Papyri, P.Oxy. 12 1483
Not analysed yet
Δῖος Ζωΐλωι χαίρειν. ἐτάξω μοι ἐλθεῖν ἐντὸς κε τοῦ Τῦβι μηνὸς καὶ οὐκ ἦλθας. ἐξερχόμενος δὲ λόγον μοι δέδωκας ἀναγραφῆς ὧν διὰ σεαυτοῦ ἐξωδίασας. γράφεις δὲ ἐξωδιακέναι κεράμια λγ κηπουροῖς καὶ μόσχους δύο οὓς τέθυκας, καὶ ἐξωδίασας τοῖς αὐτοῖς ὧν οὐδὲ εἷς μοι παρεδέξατο τιμὴν ὡς σοῦ λαβόντος. ἕτερα δὲ εἴδη ἐν τῶι κτήματι ζητεῖται, ὧν τὸν λόγον δώσεις ἐν τῷ λογιστηρίῳ. ἴσθι δὲ ὡς, ἐὰν μὴ διὰ τάχους πᾶν τελῇς καὶ ἐκβιβάσῃς τὰ πρὸς σὲ ζητούμενα, τὸν ἐγγυητήν σου κατέχω ἕως ἂν τελῇς μοι τὴν τιμὴν τῶν ζητουμένων. ἐρρῶσθαί σε εὔχομαι. Ζωΐλωι παρὰ Δίου φίλου. ἀπόδος Ζωΐλῳ παρὰ Δείου.