Ancient Greek
P.Oxy. 12 1492
Documentary Papyri, P.Oxy. 12 1492
Not analysed yet
χαῖρε, ἱερὲ υἱὲ Δημητριανέ. Σώτας σε προσαγορεύω. τὸ κοινὸν …εὔδηλον καὶ τὸ κοινὸν σωτήριον ἡμῶν …,ταῦτα γάρ ἐστιν τὰ ἐν τῇ θείᾳ προνοίᾳ. εἰ οὖν ἔκρινας κατὰ τὸ παλαιὸν ἔθος δοῦναι τὴν ἄρουραν τῷ τόπῳ, ποίησον αὐτὴν ἀφορισθῆναι ἵνα χρήσωνται, καὶ ὡς ἐὰν κρίνῃς περὶ τοῦ ἔργου θάρρει. πάντας τοὺς ἐν τῷ οἴκῳ σου ἅπαντας προσαγόρευε. ἐρρῶσθαι ὑμᾶς εὔχομαι τῷ θεῷ διὰ παντὸς καὶ ἐν παντί. τῷ ἱερῷ υἱῷ μου Δημητριανῷ παρὰ Σώτου.