Ancient Greek
P.Oxy. 12 1522 Ro descr.
Documentary Papyri, P.Oxy. 12 1522r
Not analysed yet
…ε ἔτους Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Αὐρηλίου Ἀλεξάνδρου Καίσαρος Σεβαστῶν Χοίακ γ. διέγραψαν πράκτορσι στεφανικῶν ὑπὲρ β ἐπιμερισμοῦ μέσης τοπαρχίας λημμάτων ἄνω τοπαρχίας Ἰσίου Παγγᾶ τόπων Σεπτίμιος Ἀλέξανδρος βουλευτὴς καὶ ὁ υἱωνὸς στεφανικῶν ἐπὶ λόγου Σεπτίμιος Ἀλέξανδρος δραχμὰς τεσσαράκοντα, γίνονται δραχμαὶ μ. Αὐρήλιος Βησάμμων ὁ καὶ Σαρᾶς σεσημείωμαι. καὶ τῇ ι τοῦ ἑξῆς μηνὸς Τῦβι οἱ αὐτοὶ ἄλλας ἐπὶ λόγου δραχμὰς τεσσαράκοντα, γίνονται δραχμαὶ μ. Αὐρήλιος Βησάμμων ὁ καὶ Σαρᾶς χειριστὴς σεσημείωμαι. …