Ancient Greek
P.Oxy. 12 1539
Documentary Papyri, P.Oxy. 12 1539
Not analysed yet
διεστάλησαν πυροῦ γενήματος τοῦ διελθόντος ιθ ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου Καισάρων τῶν κυρίων διὰ σιτολόγων μέσης τοπαρχίας Πέτνη τόπων ἀπὸ θέματος Θέωνος Διδυμίωνος ἀγοραστικῷ δικαίῳ Πτολεμαίῳ τῷ καὶ Πτολλίωνι θέματος ἀρτάβαι πεντήκοντα, γίνονται ἀρτάβαι ν. κόλλημα λβ. Θέων ὁ καὶ Ἑρμίας βοηθὸς σεσημείωμαι. καὶ διὰ σιτολόγων κάτω τοπαρχίας Ἰσίου Ἄνω τόπων ἀπὸ θέματος Φερέμφιος ἐπικαλουμένου Ἰσχυρίωνος Πτολεμαίῳ τῷ καὶ Λουκίῳ Γερμανοῦ θέματος ἀρτάβαι τρεῖς τέταρτον ὄγδοον, γίνονται ἀρτάβαι γ δ η. κόλλημα θ. Θέων ὁ καὶ Ἑρμίας βοηθὸς σεσημείωμαι.