Ancient Greek
P.Oxy. 12 1549
Documentary Papyri, P.Oxy. 12 1549
Not analysed yet
λγ Αὐρηλίῳ Πτολεμαίῳ βασιλικῷ γραμματεῖ Ὀξυρυγχείτου παρὰ Αὐρηλίου Θεογένους τοῦ καὶ Ἀπολλωνίου Διογένους τοῦ καὶ Ἀσκληπιάδου ἀπʼ Ὀξυρύγχων πόλεως. ἀπογράφομαι πρὸς τὸ ἐνεστὸς γ ἔτος Μάρκου Ἀντωνίου Γορδιανοῦ Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας μοι περὶ Πεεννὼ ἐκ τῆς Θρασυμάχου παρειμένης εἰς Ἀπολλώνιον Ἀπολλωνίου τοῦ Παυσειρίωνος μοναρτάβου ἀβρόχου ἀρούρας δ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …λδ. κωμογραμματεῖ Νεμέρων καὶ ἄλλων κωμῶν τῆς μέσης τοπαρχίας παρὰ Αὐρηλίου Θεογένους τοῦ καὶ Ἀπολλωνίου Διογένους τοῦ καὶ Ἀσκληπιάδου ἀπʼ Ὀξυρύγχων πόλεως. ἀπογράφομαι πρὸς τὸ ἐνεστος γ ἔτος Μάρκου Ἀντωνίου Γορδιανοῦ Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας μοι περὶ Πεεννὼ ἐκ τῆς Θρασυμάχου παρειμένης κλήρου εἰς Ἀπολλώνιον Ἀπολλωνίου τοῦ Παυσειρίωνος α ἀρτάβης ἀβρόχου ἀρούρας δ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενώθ. Αὐρήλιος Θεογένης ὁ καὶ Ἀπολλώνιος …