Ancient Greek
P.Oxy. 12 1560 descr.
Documentary Papyri, P.Oxy. 12 1560
Not analysed yet
…ωι. Διδύμῳ στρατηγῷ διʼ Ἀμμωνίου διαδόχου παρὰ …υρι…ου Αὐρηλίου Ὡρείωνος καὶ ὡς χρηματίζει γενομένου στρατηγοῦ τῆς πόλεως καὶ ἀρχιδικαστοῦ διὰ Φιλορωμαίου οἰκονόμου. οὗ ἐπόρισα ἐκ τοῦ καταλογείου χρηματισμοῦ ἐστιν ἀντίγραφον. Εὐδαίμων ὁ καὶ Ἀσκληπιάδης ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς στρατηγῷ Ὀξυρυγχίτου χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους ιζ Λουκίου Σεπτιμίου Σεουήρου καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστῶν Φαμενὼθ ιβ. Τέρας διὰ Διονυσίου σεσημείωμαι. Εὐδαίμονι τῷ καὶ Ἀσκληπιάδῃ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ …υρι…ου Αὐρηλίου Ὡρείωνος καὶ ὡς χρηματίζει γενομένου στρατηγοῦ τῆς πόλεως καὶ ἐπὶ τῆς εὐθηνίας καὶ πρεσβευτοῦ καὶ ἀρχιδικαστοῦ. τοῦ προειμένου μοι …χειρογράφου καὶ τῆς ὑπʼ αὐτὸ ὑπογραφῆς ἀντίγραφον ὑπόκειται ……Καλπουρνίῳ Αὐρηλίῳ Ὡρείωνι καὶ ὡς χρηματίζει γενομένῳ στρατηγῳ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων διὰ Πούδεντος φίλου χαίρειν. ὁμολογῶ …υρει…ου Αὐρηλίου Ὡρίωνος κατελ… Πούδεντι …