Ancient Greek
P.Oxy. 12 1573
Documentary Papyri, P.Oxy. 12 1573
Not analysed yet
Ἑρμίας ὑπηρέτης Σαραπίωνι χαίρειν. δὸς κληρονόμοις Σαραποδώρου ὑπὲρ τιμῆς οἴνου δραχμὰς ἐνενήκοντα δύο . εἰς διαγραφὴν παραδ Πεματαίου. ἐπι…ευ…σον. Ἁθὺρ ια. Ἑρμίας ὑπηρέτης Σαραπίωνι χαίρειν. δὸς Πολυδεύκῃ ὑπὲρ τιμῆς οἴνου οὗ παρέσχε εἰς λόγον ἀννώνης τοῦ κρατίστου ἐπιστρατήγου Δημητρίου δραχμὰς ἑκατὸν δώδεκα, γίνονται δραχμαὶ ριβ. Ἁθὺρ ια, διὰ χειριστοῦ. παρὰ Σεουήρου γυμνασιαρχήσαντος Σαραπίωνι τῷ φιλτάτῳ χαίρειν. δὸς …ου ὑπὲρ διαγραφῆς μηνιαίου τοῦ ὄντος μηνὸς Παχὼν ὑπὲρ μὲν ……διὰ Ἰσιδώρου βοηθοῦ δραχμὰς τλβ, μερισμοῦ Ζωίλου διὰ Ὡρίωνος δραχμὰς …Νιννάρου δραχμὰς τ, ἀπηλιώτου τοπαρχίας διὰ Λουκίου δραχμὰς μ, μέσης τοπαρχίας διὰ …του δραχμὰς …,διὰ …κιος δραχμὰς ιβ, γίνονται τὸ πᾶν τῆς διαγραφῆς δραχμαὶ ψξη. Σεουῆρος σεσημείωμαι.