Ancient Greek
P.Oxy. 12 1577
Documentary Papyri, P.Oxy. 12 1577
Not analysed yet
Αὐρηλίῳ Ἡρακλείδῃ ἐπιτρόπῳ παρὰ Αὐρηλίου Ἁρθωνίου φροντιστοῦ Στεφανείτιδος. αἰτοῦμαι ἐπισταλῆναι εἰς χωφόριον κτήματος Στεφανείτιδος τοῦ καθήκοντος α ἔτους μέρους δραχμὰς υ, καὶ εἰς τιμὴν καλάμου τούτου τοῦ μέρους ὁμοίως ἐπὶ λόγου δραχμὰς τ, καὶ ἐμοὶ ὑπὲρ ὀψωνίων τῶν ἀπὸ Χοίακ ἕως Μεχεὶρ μηνῶν γ δραχμὰς ρπ. γίνονται τῆς αἰτήσεως δραχμαὶ ωπ. ἐξ ὧν ἀντιλημμάτισον ὑπὲρ τιμῆς οἴνου κεραμίων β ἑκάστου δραχμῶν θ ὀβολοῦ δραχμὰς ιη διώβολον. ἔτους β Μεχεὶρ ε. Αὐρήλιος Ἁρθῶνις ἐπιδέδωκα. Αὐρήλιος Ἡρακλείδης ἐσημειωσάμην.